Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.323 Joseph. AJ 5.328 (English) >>Joseph. AJ 5.333

5.326Ῥούθη δὲ ἄλφιτα λαβοῦσα παρʼ αὐτοῦ ἐφύλαξε τῇ ἑκυρᾷ καὶ παρῆν ὀψὲ κομίζουσα μετὰ τῶν σταχύων· ἐτετηρήκει δʼ αὐτῇ καὶ Ναάμις ἀπομοίρας βρωμάτων τινῶν, οἷς αὐτὴν ἐπολυώρουν οἱ γειτονεύοντες· διηγεῖται δὲ αὐτῇ καὶ τὰ παρὰ τοῦ Βοάζου πρὸς αὐτὴν εἰρημένα. 5.327δηλωσάσης δʼ ἐκείνης ὡς συγγενής ἐστι καὶ τάχα ἂν διʼ εὐσέβειαν προνοήσειεν αὐτῶν, ἐξῄει πάλιν ταῖς ἐχομέναις ἡμέραις ἐπὶ καλάμης συλλογὴν σὺν ταῖς Βοάζου θεραπαινίσιν. 5.328

Ἐλθών τε μετʼ οὐ πολλὰς ἡμέρας καὶ Βόαζος ἤδη τῆς κριθῆς λελικμημένης ἐπὶ τῆς ἅλωος ἐκάθευδε. τοῦτο πυθομένη Ναάμις τεχνᾶται παρακατακλῖναι τὴν Ῥούθην αὐτῷ· καὶ γὰρ ἔσεσθαι χρηστὸν αὐταῖς ὁμιλήσαντα τῇ παιδί· καὶ πέμπει τὴν κόρην ὑπνωσομένην αὐτοῦ παρὰ τοῖς ποσίν. 5.329 δέ, πρὸς οὐδὲν γὰρ ἀντιλέγειν τῶν ὑπὸ τῆς ἑκυρᾶς κελευομένων ὅσιον ἡγεῖτο, παραγίνεται καὶ παραυτίκα μὲν λανθάνει τὸν Βόαζον βαθέως καθυπνωκότα, περιεγερθεὶς δὲ περὶ μέσην νύκτα καὶ αἰσθόμενος τῆς ἀνθρώπου παρακατακειμένης ἀνέκρινε τίς εἴη. 5.330τῆς δʼ εἰπούσης τοὔνομα καὶ φαμένης ὡς αὐτῆς δεσπότην συγχωρεῖν, τότε μὲν ἡσυχίαν ἄγει, ὄρθριος δὲ πρὶν τοὺς οἰκέτας ἄρξασθαι κινεῖσθαι πρὸς τὸ ἔργον περιεγείρας αὐτὴν κελεύει τῶν κριθῶν λαβοῦσαν τι καὶ δύναιτο πορεύεσθαι πρὸς τὴν ἑκυρὰν πρὶν ὀφθῆναί τισιν αὐτόθι κεκοιμημένην, φυλάττεσθαι σῶφρον τὴν ἐπὶ τοιούτοις διαβολὴν καὶ μάλιστʼ ἐπὶ μὴ γεγονόσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.323 Joseph. AJ 5.328 (English) >>Joseph. AJ 5.333

Powered by PhiloLogic